monumenta.ch > Gregorius Magnus > 2G
Gregorius Magnus, Dialogi, 2, PRIMUM_L De capisterii fracti reparatione <<<     >>> II_L De tentatione carnis superata.

Gregorius Magnus, Dialogi, 2, CAPUT II_G ΚΕΦΑΛ. Β′ Περὶ τοῦ ἐπαναστάντος αὐτῷ σαρκικοῦ πολεμίου.

1 Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἡσυχάζοντι τῷ ἁγίω, ἰδοὺ πειραστὴς παραγέγονεν, ἐν σχήματι ὀρνέου μέλανος, ὅπερ ἐπιχωρίως κόσσυφον προσαγορεύουσι, καὶ τῷ ἡγιασμένω αὐτοῦ προσώπω περιίπτασθαι ἤρξατο ἀναιδῶς, ὤστε δύνασθαι ταῖς χερσὶ κρατηθῆναι, εἰ ὅλως τοῦτο ἅγιος ἤθελεν.
2 δέ θεοφόρος οὗτος ἀνὴρ τὴν τοῦ ἐχθροῦ ἐνέδραν κατανοήσας, τῷ σημείω τοῦ ζωοποιοῦ σταυροῦ ἑαυτὸν καθοπλίσας, τὸν ἐν σχήματι ὀρνέου φανέντα αὐτῷ δαίμονα ἄφαντον πεποίηκε. Τοσοῦτος δὲ πειρασμὸς τῆς σαρκὸς ἐπετέθη τῷ ἁγίω ματὰ τὴν ζοφοειδοῦς ὁρνέου ἀναχώρησιν, οἷος οὐ πώποτε τῷ ὁσίω ἐγεγόνει· γυναῖκα γάρ τινα ἤν ποτε ἑωρακὼς ἦν ἐν τῷ κοιρῷ τῆς νεότητος αὐτοῦ ἀπαθὴς οὗτος καὶ τίμιος ἀνὴρ, ταύτην τῆς πορνείας δαιμων σχηματίσας, τοῖς τοῦ δικαίου παρεστήσατο νοητοῖς ὀφθαλμοῖς· τοσαύτην δέ τῆς σαρκὸς πύρωσιν ἐν αὐτῷ ἀντικείμενος ἀνῆψεν, στε παρὰ βραχὺ σαλευθῆναι αὐτὸν ἀπὸ τῆς ψυχικῆς ἀκηδίας, καὶ ἐπὶ τὸν κόσμον παλινδρομῆσαι· ἀλλ᾽ τοῦ Θεοῦ σωτήριος χάρις τοῦτον ἐνισχύσασα, νικητἠν κατὰ τῶν παθῶν ἀνέδειξε.
3 Τῷ γὰρ βελτιονι καὶ σώφρονι λογισμῷ ἑαυτὸν ῥυθμίσας, τῆς τοῦ ἐχθροῦ πανουργίας περιεφρούρησεν. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, κνιδῶν τε καὶ ἀκανθῶν πλῆθος σύνέγγυς θεασάμενος, καὶ ἀπεκδυσάμενος τὸ ἱράτιον, γυμνὸν ἑαυτὸν ἐν τοῖς τῶν κνιδῶν καὶ ἀκανθῶν ὀξυτάτοις κέντροις ἔῤῥιψε, καὶ ἐπὶ πολλαῖς ὥραις ἐν αὐτοῖς κυλισθεὶς ἐγκαρτερῶν, καὶ ἅπαν τὸ ἑαυτοῦ σῶμα αἵμασι περιῤῥεόμενον βλέπων, γενναίως ὑπενέγκας τὰς τούτων ἀλγηδόνας, λυτρωθείς τε τοῦ τοιούτου θανατηφόρου λογισμοῦ, τῷ Θεῷ μεγάλω διέμενεν εὐχαριστῶν· καὶ ἀπὸ τότε λοιπὸν, ἐν παντὶ τῷ τῆς ζωῆς αὐτοῦ χρόνω, ἐν σχήματι γυναίου φανεὶς αὐτῷ δαίμων τῆς πορνείας, οὐδαμῶς τούτω παρενοχλῆσαι ἐτόλμησς, καθὼε, αὐτὸς ἐν πειρασμοῖς ἀήττητος πατὴρ τοῖς ἑαυτοῦ μετέπειτα διηγήσατο μαθηταῖς.
4 Πολλοὶ οὖν τὰ τοῦ κόσμου τερπνὰ καταλείψαντες πρὸς αὐτὸν παρέβαλον, οἰκοδομῆς χάριν πνευματικῆς, καὶ ἐδιδάσκοντο παρ᾽ αὐτοῦ ἀνδρεὶως ταῖς τῆς πονηρίας ποικίλαις δυνάμεσιν ἀντιτάττεσθαι.
5 Ὅθεν διὸ Μωϋσέως κελευόμεθα, τοὺς Λεβίτας ἀπὸ πέμπτου καὶ εἰκοστοῦ τῆς οἰκείας ἡλικίας χρόνου, πρὸς τὴν ὑπηρεσίαν ἐγχειρίζεσθαι, ἀπὸ δέ πεντηκοστοῦ χρόνου, φυλακας τούτους τῶν σκευῶν εἷναι.
6 ΠΕΤΡ. Ἐκ τῆς νυνὶ λεχθείσης μοι μαρτυρίας, θαυμαστή τις ἐπίγνωσίς μοι διαλάμπει, ἀλλὰ δυσωπῶ τοῦτό μοι σαφῶς ἑρμηνεῦσαι.
7 ΓΡΗΓΟΡ. Δῆλον, Πέτρε, πᾶσι καθέστηκεν, ὡς ἐν τῇ νεότητι τῆς σαρκὸς τοῦ σώματος πύρωσις, καὶ βρασμὸς τῶν παθῶν τοῖς ἀνθρώποις ἐνοχλεῖν εἴωθεν· ἀπὸ δὲ χρόνου πεντηκοστοῦ φυσικῶς προσοῦσα τῷ σώματι θέρμε συστέλλεται.
8 Σκεύη δὲ ἱερὰ καὶ τῷ Θεῷ ἀνακείμενά εἰσι τῶν πιστῶν τὰ νοήματα. Οἱ δὲ ἐκλεκτοὶ, ἐφ᾽ ὅσον ἐν τῷ τῶν παθῶν κλύδωνι χειμάζονται, ὑπηρεσίαις καὶ κόποις σωματικοῖς ἀναγκαῖον αὐτούς ἐστι διαμεῖναι.
9 Ἡνίκα δὲ παλαιωθεῖσα τῶν παθῶν νεότης, καὶ εἰς τὸν γαλήνης λιμένα καταντήσῃ, καὶ τοῦ σώματος ἀποδράσῃ θέρμη, τότε φύλακες τῶν σκευῶν καθίστανται , διότι ψυχῶν διδύσκαλοι γίνονται.
10 ΠΕΤΡ. Ὁμολογῶ καὶ ἀρέσκομαι ἐπὶ τοῖς λεχθεῖσιν, ἀλλ᾽ αἰτῶ, ἵνα τῆς προτεθείσης μαρτυρίας τὸ δυσερμήνευτον φανερώσῃς, καὶ περὶ τῆς ζωῆς τοῦ δικαίου τούτου, καὶ τῆς ἐνάρξεως τῆς αὐτοῦ πολιτείας τὴν διήγησιν ἡμῖν ποιήσασθαι.
Gregorius Magnus HOME

bsb42114.70 csg213.33 csg214.16

Gregorius Magnus, Dialogi, 2, PRIMUM_L De capisterii fracti reparatione <<<     >>> II_L De tentatione carnis superata.
monumenta.ch > Gregorius Magnus > 2G